Kleanthes
ca. 300 - 232/31 a. Chr. n.
Ὓμνος εἰς Δία
Textus:Kleanthes, in: Griechische Literatur in Text und Darstellung,Band 4: Hellenismus, Griechisch und Deutsched. Bernd Effe, Stuttgart; Reclam 1985
|
|
_______________________________________________________________________
|
|
Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεὶΖεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες | |
5 | μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν·τῶι σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖανπείθεται ἧι κεν ἄγηις, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν |
10 | ἀμφήκη πυρόεντ᾽ αἰειζώοντα κεραυνόν·τοῦ γὰρ ὑπὸ πληγῆις φύσεως πάντ᾽ ἔργα τελεῖται·ὧι σὺ κατευθύνεις κοινὸν λόγον, ὅς διὰ πάντωνφοιτᾶι μιγνύμενος μεγάλωι μικροῖς τε φάεσσινὅς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ πάντος. |
15 | οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,οὔτε κατ᾽ αἰθέριον θεῖον πόλον, οὔτ᾽ ἐνὶ πόντωι,πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. |
20 | ὧδε γὰρ εἰς ἕν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα.ὅν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντεςοὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν, |
25 | ὧι κεν πειθόμενοι σὺν νῶι βίον ἐσθλὸν ἔχοιεν·αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ᾽ ἄλλο,οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,οἳ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμωιἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα |
30 | . . . . . . ἐπ᾽ ἄλλοτε δ᾽ ἄλλα φέρονται,σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε,ἀνθρώπους ῥύου μὲν ἀπειροσύνης ἀπὸ λυγρῆς·ἥν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι |
35 | γνώμης, ἧι πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶις,ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῆι,ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικεθνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζονοὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκηι ὑμνεῖν.
Ephebos (ca. 300 a. Chr. n., Antikensammlung der Staatlichen Museen zu Berlin) |