BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Σωσιβίου νίκη

 

Textus:

Die Dichtungen des Kallimachos.

Griechisch und deutsch.

ed. Ernst Howald, Emil Staiger

Zürich: Artemis, 1955.

Callimachus I, II

ed. Rudolf Pfeiffer, Oxford 1949, 1953

 

______________________________________________________________________________

 

 

 

Athenaios, IV 144e:

Θεόφραστος δ᾽ ἐν τῶι πρὸς Κάσανδρον περὶ

βασιλείας (εἰ γνήσιοντὸ σύγγραμμα· πολλοὶ γὰρ

αὐτό φασινεἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ

ποιητὴς ἐπίνικον ἐλεγειακὸν ἐποίησεν).

Σωσιβίου νίκη

Fragmentum 384

Καὶ [ ]. .[ ]λ[

σπεί[σωμεν ].ετελειο[

. .σε. .ουπι[ ].τ.νον[

ὧι τὸ μὲν ἐξ Ἐφ[ύρης ἅρμα] σελι[νοφόρον

5

νεῖον ἀπ᾿ οὖν [μέμβλ] ωκεν· ἔτ[ι χνόον . . .

ἄξονος Ἀσβύστης ἵππος ἔναυλον ἔχει.

σημερινὸν δ᾽ ὡσεί περ ἐμὸν περὶ χεῖλος ἀΐσσει

τοῦτ᾽ ἔπος ἡδείηι λεχθὲν ἐπ᾽ ἀγγελίηι·

«δαῖμον ὃς ἀμφοτέρωθεν ἁλιζώνοιο κάθησαι

10

στείνεος, ἀρχαίοις ὅρκιε Σισυφίδαις,

ἐν π[ο]δὶ ληγούσης Πελοπηΐδος ἱερὸν ἰσθμόν,

τῆι μὲν Κρωμνίτην τῆι δὲ Λέχαιον, ἔχ]ων,

ἔνθα ποδῶν ἵνα χειρὸς ἵνα κρίσις ὀξέο[ς ἵππου

ἰθυτάτη, χρυσὸν δ᾽ εὐδικίη παραθεῖ,

15

χρυσὸν ὃν ἀνθρώποι[σ]ι καλὸν κακὸν

ετρα. . .υ. . .ξ

 

.     .     .     .     .     .     .     .     .     .

 

21

ἐς Νεμέην ἔσπε]υσεν, ἐπ ̓ αὐτίκ[α δ ̓ ἄλ]λα

σέλινα τοῖς ἀπὸ Πειρήνης ἤγαγεν Ἀ[ργο]λικά,

ὄφρα κε Σωσίβιόν τις Ἀλεξάνδρου τε πύθηται

γῆν ἐπὶ καὶ ναίων Κίνυφι διστεφέα

25

ἀμφοτέρωι παρὰ παιδί, κασιγνήτωι τε Λεάρχου

καὶ τὸ Μυριναῖον τῶι γάλα θησαμένωι

θηλύτατον καὶ Νεῖλo[ς ἄ]γων ἐνιαύσιον ὕδωρ

ὧδ ̓ εἴπηι· «καλά μοι θρεπτὸς ἔτεισε γέρα

. . . . . . οὐ] γάρ πώ τις ἐπὶ πτόλιν ἤγαγ ̓ ἄεθλον

30

διπλόον ἐκ] ταφίων τῶνδε πανηγυρίων

κ]αὶ πουλύς, ὃν οὐδ ̓ ὅθεν οἶδεν ὁδεύω

θνητὸς ἀνήρ, ἑνὶ γοῦν τῶιδ ̓ ἔα λιτότερος

κε[ίνω]ν, οὓς ἀμογητὶ διὰ σφυρὰ λευκὰ γυναικῶν

καὶ πα]ῖς ἀβρέκτωι γούνατι πεζὸς ἔβη

 

.     .     .     .     .     .     .     .     .     .

 

35

– καὶ παρ᾿ Ἀθηναίοις γὰρ ἐπὶ στέγος ἱερὸν ἧνται

κάλπιδες, οὐ κόσμου σύμβολον, ἀλλὰ πάλης –

ἄνδρας ὅτ᾿ οὐ δείσαντες ἐδώκαμεν ἡδὺ βοῆσαι

νηὸν ἔπι Γλαυκῆς κῶμον ἄγοντι χορῷ

Ἀρχιλόχου νικαῖον ἐφύμνιον∙ ἐκ δὲ διαύλου,

40

Λαγείδη, παρὰ σοὶ πρῶτον ἀεθλοφορεῖν

εἱλάμεθα, Πτολεμαῖε, τεῆι π[άτε]ρ ἡνίκ ̓ ἐλεγχ[.»

 

.     .     .     .     .     .     .     .     .     .

 

ἀμφοτέρων ὁ ξεῖνος ἐπήβολος· οὐκέτι γυμνάς

45

παῖδας ἐν Ἡραίωι στήσομεν Εὐρυνόμης.»

ὣς φαμένωι δώσει τις ἀνὴρ ὁμόφωνον ἀοιδήν.

τοῦτο μὲν ἐξ ἄλλων ἔκλυον ἱρὸν ἐγώ,

κεῖνό γε μὴν ἴδον αὐτός, ὃ πὰρ ποδὶ κάτθετο Νείλου

νειατίωι, Κασίην εἰς ἐπίκωμος ἅλα·

50

Κυπρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος

 

.     .     .     .     .     .     .     .     .     .

 

καὶ τὸν ἐφ᾽ οὗ νίκαισιν ἀείδομεν, ἄρθμια δήμωι

εἰδότα καὶ μικρῶν οὐκ ἐπιληθόμενον,

55

παύριστον τό κεν ἀνδρὶ παρ᾽ ἀφνειῶι τις ἴδοιτο,

ὧιτινι μὴ κρείσσων ἦι νόος εὐτυχίης·

οὔτε τὸν αἰνήσω τόσον ἄξιος οὔτε λάθωμαι

– δείδια γὰρ δήμου γλῶσσαν ἐπ᾽ ἀμφοτέροις –

μ.[. .]ομενωιδ[.]πησιν[.].οὐδέπ[οτ᾽ ἐ]σθλὸν ἔρεξεν

.     .     .     .     .     .     .     .     .     .

 

 

Fragmentum 384a

ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή