Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ἴαμβοι
Fontes:Howald/Staiger Pfeiffer
|
|
______________________________________________________________________________
|
|
Iambus IVFragmentum 194 Εἷς – οὐ γάρ; – ἡμέων, παῖ Χαριτάδεω, καὶ σύ.[. . . .]ωίκ[.].[. . . .][[ ]παρ[. . . . .].[ | |
5 | ἡ μὲν. .[.]ηνέκ[ἄκουε δὴ τὸν αἶνον· ἔν κοτε Τμώλωιδάφνην ἐλαίηι νεῖκος οἱ πάλαι Λυδοίλέγουσι θέσθαι καὶ γὰρ[καλόν τε δένδρε[ον |
10 | σείσασ[α] τοὺς ὅρπηκ[αςο.[. .]συμη.ηφη[.]. . .[.].ε. .[.]ελουσιν[. . . . . . . . . . . . . . .ἐγὼ δὲ πάντων εἰμὶ τῶν δένδρων φαύλη.. . . . . . . . . . . . . . .]. .[ |
15 | τάλαινα[ἐμεῦ πα[τῆι δ᾽ αὖτι[ς«ὤφρων ἐ[λαίηἐγὼ δεμ.[ |
20 | ὁ Δῆλον ο[ἰκέωνκαί μευ τ[. . . . . . . . . . . . . . .ὡριστερὸς μὲν λευκὸς ὡς ὕδρου γαστήρ,ὁ δ᾽ ἡλιοπλὴξ ὃς τὰ [π]ολλὰ γυμνοῦται.τίς δ᾽ οἶκος οὗπερ [ο]ὐκ ἐγὼ παρὰ φλιῆι; |
25 | τίς δ᾽ οὔ με μάντις ἢ τίς οὐ θύτησ ἕλκει;καὶ Πυθίη γὰρ ἐν δάφνηι μὲν ἵδρυται,δάφνην δ᾽ ἀείδει καὶ δάφνην ὑπέστρωται.ὤφρων ἐλαίη, τοὺς δὲ παῖδας οὐ Βράγχοςτοὺς τῶν Ἰώνων, οἷς ὁ Φοῖβος ὠ[ργίσθη, |
30 | δάφνηι τε κρούων κἦπος οὐ τομ[ὸν λαοῖ]ςδὶς ἢ τρὶς ε[ἰ]πὼν ἀρτεμέας ἐποίη[σε;κ]ἠγὼ μὲν ἢ «πὶ δαῖτας ἢ «ς χορὸν φ[οι]τέωτὸν Πυθαϊστήν· γίνομαι δὲ κἄεθλον·οἱ Δωριῆς δὲ Τεμπόθεν με τέμνουσιν |
35 | ὀρέων ἀπ᾽ ἄκρων καὶ φέρουσιν ἐς Δελφούς,ἐπὴν τὰ τὠπόλλωνος ἵρ᾽ ἀγινῆται.ἱρὴ γάρ εἰμι· πῆμα δ᾽ οὐχὶ γινώσκωοὐδ᾽ οἶδ᾽ ὁκ[οίη]ν οὑλαφηφόρος κάμπτει,ἁγνὴ γάρ εἰμι, κοὐ πατεῦσί μ᾽ ἄνθρωποι, |
40 | ὤφρων ἐλαίη, σοὶ δὲ χὠπότ᾽ ἂν νεκρόνμέλλωσι καίειν ἢ [τά]φ[ωι] περιστέλλει[ν,αὐτοί τ᾽ ἀνεστέψ[αντο χ]ὐπὸ τὰ πλευράτοῦ μὴ πνέοντ[οσ. . .]παξ ὑπ[έ]στ[ρωσαν.»ἡ μὲν τάδ᾽, οὐκέτ᾽ ἄλλα· τὴν δ᾽ ἀπήλ[λαξε |
45 | μάλ᾽ ἀτρεμαίως ἡ τεκοῦσα τὸ χρῖμ[α·«ὦ πάντα καλή, τῶν ἐμῶν τὸ κ[άλλιστονἐν τῆι τελευτῆι κύκνος [ὡς Ἀπόλλωνοςἤεισας· οὕτω μὴ κάμοιμ[ι ποιεῦσα.ἐγὼ μὲν ἄνδρας, οὓς Ἄρη[ς ἀπόλλυσι, |
50 | συνέκ τε πέμπω χὐ[πὸ. .].ων ἀριστέων, οἳ κα. . . . . . .[. . .].[. .].,ἐγὼ] δὲ λευκὴν ἡνίκ᾽ ἐς τάφον Τηθύνφέρο[υσι] παῖδες ἢ γέροντα Τιθωνόν,αὐτή [θ᾽ ὁ]μαρτέω κἠπὶ τὴν ὁδὸν κεῖμαι· |
55 | γηθέω δὲ πλεῖον ἢ σὺ τοῖς ἀγινεῦσινἐκ τῶν σε Τεμπέων. ἀλλ᾽ ἐπεὶ γὰρ ἐμνήσθηςκαὶ τοῦτο· κῶς ἄεθλον οὐκ ἐγὼ κρέσσωνσεῦ; καὶ γὰρ ὡγὼν οὑν Ὀλυμπίηι μέζωνἢ «ν τοῖσι Δελφοῖς· ἀλλ᾽ ἄριστον ἡ σωπή. |
60 | ἐγὼ μὲν οὔτε χρηστὸν οὔτε σε γρύζωἀπηνὲς οὐδέν· ἀλλά μοι δύ᾽ ὄρνιθεςἐν τοῖσι φύλλοις ταῦτα τινθυρίζουσαιπάλαι κάθηνται· κωτίλον δὲ τὸ ζεῦγος.τίς δ᾽ εὗρε δάφνην; γῆ τε καὶ κα[. . .]σ[ |
65 | ὡς πρῖνον, ὡς δρῦν, ὡς κύπειρον, ὡς πεύκην.τίς δ᾽ εὗρ᾽ ἐλαίην; Παλλάς, ἦμος [ἤρ]ιζ[ετῶι φυκιοίκωι κἠδίκαζεν ἀρχαίοιςἀνὴρ ὄφις τὰ νέρθεν ἀμφὶ τῆς Ἀκτῆς.ἓν ἡ δάφνη πέπτωκε. τῶν δ᾽ ἀειζώων |
70 | τίς τὴν ἐλαίην, τίς δὲ [τ]ὴν δάφνην τιμᾶι;δάφνην Ἀπόλλων, ἡ δὲ Παλλὰς ἣν εὗρε.ξυνὸν τόδ᾽ αὐταῖς, θεοὺς γὰρ οὐ διακρίνω.τί τῆς δάφνης ὁ καρπός; ἐς τί χρήσωμαι;μήτ᾽ ἔσθε μήτε πῖνε μήτ᾽ ἐπιχρίσηι. |
75 | ὁ τῆς δ᾽ ἐλαίης ἓν μὲν αλιτιτω† μάσταξὃ στ[έμφυλο]ν καλεῦσιν, ἓν δὲ τὸ χρῖμα,ἓν [δ᾽ ἡ κολ]υμβὰσ ἣν ἔπωνε χὠ Θησεύς·τ[ὸ δ]εύ[τερ]ον τίθημι τῆι δάφνηι πτῶμα.τεῦ γὰρ [τὸ] φύλλον οἱ ἱκέται προτείνουσι; |
80 | τὸ τῆς ἐλαίης· τὰ τρί᾽ ἡ δάφνη κεῖται.(φεῦ τῶν ἀτρύτων, οἷα κωτιλίζουσι·λαιδρὴ κορώνη, κῶς τὸ χεῖλος οὐκ ἀλγεῖς;)τεῦ γ]ὰρ τὸ πρέμνον Δήλιοι φυλάσσουσι;τὸ τ]ῆς ἐλαίης ἣ ἀν[έπαυς]ε τὴν Λητώ. |
85 | . . . . .]οι πολῖται κ[ ]τι τῶι δήμωι].τανουν ἔστεφέν μιν ἡ δάφνη]α θαλλῶι καλλίνικος ἡλαίη]υφανητε κἠπὶ τὴν ὄγχνην].τερην τιν᾽ αἰνεῖται |
90 | ].ικουτεκοι μάντεις]ν οὔτ᾽ ἐπὶ φλιῆς].[ φ]ημι τὴν δάφνην.»ὣς εἶπε· τῆι δ᾽ ὁ θυμὸς ἀμφὶ τῆι ῥήσειἤλγησε, μέζων δ᾽ ἢ τὸ πρόσθεν ἠγέ[ρ]θη |
95 | τ]ὰ δεύτερ᾽ ἐσ τὸ νεῖκος, ἔστε τιν.[βάτος τὸ τρηχὺ τειχέων π. .δ.[.]υαἔλεξεν – ἦν γὰρ οὐκ ἄπωθε τῶν δενδρέων –«οὐκ ὦ τάλαιναι παυσόμεσθα, μὴ χαρταίγενώμεθ᾽ ἐχθροῖς, μηδ᾽ ἐροῦμεν ἀλλήλας |
100 | ἄνολβ᾽ ἀναιδέως, ἀλλὰ ταῦτά γ᾽ .β. .μ.;»τὴν δ᾽ ἆρ᾽ ὑποδρὰξ οἷα ταῦρος ἡ δάφνηἔβλεψε καὶ τάδ᾽ εἶπεν· «ὦ κακὴ λώβη,ὡς δὴ μί᾽ ἡμέων καὶ σύ; μή με ποιήσαιΖεὺς τοῦτο· καὶ γὰρ γειτονεῦσ᾽ ἀποπνίγεις |
105 | ].ς οὐ μὰ Φοῖβον, οὐ μὰ δέσποιναν,τῆι κ]ύμβαλοι ψοθεῦσιν, οὐ μὰ Πακτ[ωλόν. . . . . . . . . . . . . . .]ας ἀλλήλους]δρήστης]. ἕστηκεν |
110 | ]ἥδιστος·πε]ποιήσθω·]μη χείρων]ολπηι·
|
115 | .ηρ.[ ].τοδ.[ ]ν·ἔχει[ ] |