BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Ἐπιγράμματα

 

___________________________________________________

 

 

 

Epigramma XLVI

A. P. XII. 150

 

ς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν

τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.

αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·

ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.

5

τοῦτο· δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ

τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.

ἔσθ᾽ ἁμὶν † χ᾽ακαστὰς ἀφειδέα ποττὸν Ἔρωτα

τοῦτ᾽ εἶπαι· «Κείρευ τὰ πτερά, παιδάριον·

οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμες»· αἱ γὰρ ἐπωιδαὶ

10

οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.