Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ἐπιγράμματα
|
|
___________________________________________________
|
|
Epigramma XXXA. P. XII. 71
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺνἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμωνοὑμὸς ἔχει, χαλεπῆι δ᾽ ἤντεο θευμορίηι; | |
5 | ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼντὸν καλόν, ὦ μόχθηρ᾽, ἔβλεπες ἀμφοτέροις. |