BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Ἐπιγράμματα

 

___________________________________________________

 

 

 

Epigramma V

Athen. VII. 318

 

Κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρος ἀλλὰ σὺ νῦν με,

Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,

ναυτίλον, ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,

τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,

5

εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,

ποσσί νιν ὥστ᾽ ἔργῳ τοὔνομα συμφέρεται,

ἔστ᾽ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι

σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,

μηδέ μοι ἐν θαλάμηισιν ἔθ᾽ ὡς πάρος, εἰμί γὰρ ἄπνους,

10

τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.

Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά

ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ᾽ Αἰολίδος.