Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Ἐπιγράμματα
|
|
___________________________________________________
|
|
Epigramma IDiog. Laert. I. 79 sq. A. P. VII 89
Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτωτὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·«Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴνύμφη καὶ πλούτωι καὶ γενεῆι κατ᾽ ἐμέ, | |
5 | ἡ δ᾽ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ᾽ ἄγε, σὺμ μοὶβούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.»εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔποςοἱ δ᾽ ἄρ᾽ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες |
10 | ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι,«κείνων ἔρχεο», φησί, «μετ᾽ ἴχνια.» χὠ μὲν ἐπέστηπλησίον· οἱ δ᾽ ἔλεγον· «Τὴν κατὰ σαυτὸν ἔλα.»ταῦτ᾽ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκουδράξασθαι, παίδων κληδόνα συνθέμενος. |
15 | τὴν δ᾽ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,οὕτω καὶ σύ γ᾽ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα. |