Kallimachos
ca. 300 - post 245 a. Chr. n.
Fragmenta incertae sedis
|
|
______________________________________________________________________________
|
|
Icus
Fragmentum 178 (A. Harder) ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδ᾽ ὅτε δούλοιςἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες·Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν,Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη, | |
5 | ἐσ δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσιξεῖνον ὃς Α[ἰ]γύπτωι καινὸς ἀνεστρέφετομεμβλωκὼς ἴδιόν τι κατὰ χρέος· ἦν δὲ γενέθληνἼκιος, ὧι ξυνὴν εἶχον ἐγὼ κλισίηνοὐκ ἐπιτάξ, ἀλλ᾽ αἶνος Ὁμηρικός, αἰὲν ὁμοῖον |
10 | ὡς θεός, οὐ ψευδής, ἐς τὸν ὁμοῖον ἄγει.καὶ γὰρ ὁ Θρηϊκίην μὲν ἀπέστυγε χανδὸν ἄμυστινοἰνοποτεῖν, ὀλίγωι δ᾽ ἥδετο κισσυβίωι.τῶι μὲν ἐγὼ τάδ᾽ ἔλεξα περιστείχοντος ἀλείσουτὸ τρίτον, εὖτ᾽ ἐδάην οὔνομα καὶ γενεήν· |
15 | ἦ μάλ᾽ ἔπος τόδ᾽ ἀληθές, ὅ τ᾽ οὐ μόνον ὕδατος αἶσαν,ἀλλ᾽ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει.τὴν ἡμεῖσ οὐκ ἐν γ[ὰ]ρ ἀρυστήρεσσι φορεῖταιοὐδέ μιν εἰσ ἀτ[ενεῖ]σ ὀφρύας οἰνοχόωναἰτήσεις ὁρόω[ν] ὅτ᾽ ἐλεύθερος ἀτμένα σαίνει |
20 | βάλλωμεν χαλεπῶι φάρμακον ἐν πόματι,Θεύγενες· ὅσσ[α] δ᾽ ἐμεῖο σ[έ]θεν πάρα θυμὸς ἀκοῦσαιἰχαίνει, τάδε μοι λ[έ]ξον [ἀνειρομέν]ωι·Μυρμιδόνων ἑσσῆνα τ[ί πάτριον ὔ]μμι σέβεσθαιΠηλέα, κῶς Ἴκωι ξυν[ὰ τὰ Θεσσαλι]κά, |
25 | τεῦ δ᾽ ἕνεκεν γήτειον ιδ[..]υτ[....]ρτον ἔχουσαἥρωος κα[θ]όδου πα[ῖςεἰδότες ὡς ἐνέπου[σινκείνην ἣ περὶ σὴν [οὔθ᾽ ἑτέρην ἔγνωκα· τ[ |
30 | οὔατα μυθεῖσθαι βουλομέν[οις ἀνέχων.»τ[αῦτ᾽] ἐμέθεν λέξαντο[ς«τρισμάκαρ, ἦ παύρων ὄλβιός ἐσσι μέτα,ναυτιλίης εἰ νῆιν ἔχεις βίον· ἀλλ᾽ ἐμὸς αἰώνκύμασιν αἰθυίης μᾶλλον ἐσωικίσατο |
35 | . . . . . . .
P. Oxy. XI 1362, vv. 1 -25 |