BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Fragmenta libri III

 

______________________________________________________________________________

 

 

 

Acontius et Cydippe

 

Fragmentum 67 (R. Pfeiffer)

Αὐτὸς Ἔρως ἐδίδαξεν Ἀκόντιον, ὁππότε καλῆι

ἤιθετο Κυδίππηι παῖς ἐπὶ παρθενικῆι,

τέχνην οὐ γὰρ ὅγ᾽ ἔσκε πολύκροτος ὄφρα λέγο. .[

τοῦτο διὰ ζωῆς οὔνομα κουρίδιον.

5

ἦ γάρ, ἄναξ, ὁ μὲν ἦλθεν Ἰουλίδος ἡ δ᾽ ἀπὸ Νάξου,

Κύνθιε, τὴν Δήλωι σὴν ἐπὶ βουφονίην,

αἷμα τὸ μὲν γενεῆς Εὐξαντίδος, ἡ δὲ Προμηθ[ίς,

καλοὶ νησάων ἀστέρες ἀμφότεροι.

πολλαὶ Κυδίππην ὀλ[ί]γην ἔτι μητέρες υἱοῖς

10

ἑδνῆστιν κεραῶν ἤιτεον ἀντὶ βοῶν·

κείνης ο[ὐ]χ ἑτέρη γὰρ ἐπὶ λασίοιο γέροντος

Σιληνοῦ νοτίην ἵκετο πιδυλίδα

ἠοῖ εἰδομένη μάλιον ῥέθος οὐδ᾽ Ἀριήδης

ἐς χ]ορὸν εὑδούσης ἁβρὸν ἔθηκε πόδα·

15

]ήκησ[.].δ᾽ ἔκστασις, οὔτινος αὐτῆσ

].ν κε.[           ]σ ἔχειν ϊ[.].ου·

]ασιν ὠικίσ[σα. .].

ἀ]πειπάμεν[

].[.]ν ἐπιτιμ[      ]α

20

μ]οῦνον ἔμεν .α[

].[.]ν ὄθμασιν[

].[

.   .   .   .   .   .   .   .   .   .   .   .   .   .   .   .

 

 

Fragmentum 68 (R. Pfeiffer)

μέμβλετο δ᾽ εἰσπνήλαις ὁππότε κοῦρος ἴοι

φωλεὸν ἠὲ λοετρόν

 

 

Fragmentum 69 (R. Pfeiffer)

πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε

οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας

 

 

Fragmentum 70 (R. Pfeiffer)

ἀλλ᾽ ἀπὸ τόξου

αὐτὸς ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου

 

 

Fragmentum 72 (R. Pfeiffer)

ἄγραδε τῶι πάσηισιν ἐπὶ προχάνηισιν ἐφοίτα

 

 

Fragmentum 73 (R. Pfeiffer)

ἀλλ᾽ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε

γράμματα, Κυδίππην ὅσσ᾽ ἐρέουσι καλήν.

 

 

Fragmentum 74 (R. Pfeiffer)

.   .   .   .   .   .   .   .   .   .   .   .   .   .

]. .[

].απ[

λιρὸς ἐγώ, τί δέ σοι τόνδ᾽ ἐπέθηκα φόβον;

].ελα.[

5

.   .   .   .   .   .   .   .   .   .   .   .   .   .

 

 

Fragmentum 75 (R. Pfeiffer)

ἤδη καὶ κούρωι παρθένος εὐνάσατο,

τέθμιον ὡς ἐκέλευε προνύμφιον ὕπνον ἰαῦσαι

ἄρσενι τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.

Ἥρην γάρ κοτέ φασι κύον, κύον, ἴσχεο, λαιδρέ

5

θυμέ, σύ γ᾽ ἀείσηι καὶ τά περ οὐχ ὁσίη·

ὤναο κάρτ᾽ ἕνεκ᾽ οὔ τι θεῆς ἴδες ἱερὰ φρικτῆς,

ἐξ ἂν ἐπεὶ καὶ τῶν ἤρυγες ἱστορίην.

ἦ πολυιδρείη χαλεπὸν κακόν, ὅστις ἀκαρτεῖ

γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει.

10

ἠῶιοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν

οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα·

δειελινὴν τὴν δ᾽ εἷλε κακὸς χλόος, ἦλθε δὲ νοῦσος,

αἶγας ἐς ἀγριάδας τὴν ἀποπεμπόμεθα,

ψευδόμενοι δ᾽ ἱερὴν φημίζομεν· ἣ τότ᾽ ἀνιγρή

15

τὴν κούρην Ἀ[ίδ]εω μέχρις ἔτηξε δόμων.

δεύτερον ἐστόρνυντο τὰ κλισμία, δεύτερον ἡ πα[ῖ]σ

ἑπτὰ τεταρταίωι μῆνας ἔκαμνε πυρί.

τὸ τρίτον ἐμνήσαντο γάμου κάτα, τὸ τρίτον αὖτ[ις

Κυδίππην ὀλοὸς κρυμὸς ἐσωικίσατο.

20

τέτρατον [ο]ὐκέτ᾽ ἔμεινε πατὴρ ἐ. . . .φ. .ο. . .[

Φοῖβον· ὁ δ᾽ ἐννύχιον τοῦτ᾽ ἔπος ηὐδάσατο·

«Ἀρτέμιδος τῆι παιδὶ γάμον βαρὺς ὅρκος ἐνικλᾶι·

Λύγδαμιν οὐ γὰρ ἐμὴ τῆμοσ ἔκηδε κάσις

οὐδ᾽ ἐν Ἀμυκλαίωι θρύον ἔπλεκεν οὐδ᾽ ἀπὸ θήρης

25

ἔκλυζεν ποταμῶι λύματα Παρθενίωι,

Δήλωι δ᾽ ἦν ἐπίδημος, Ἀκόντιον ὁππότε σὴ παῖς

ὤμοσεν, οὐκ ἄλλον, νυμφίον ἑξέμεναι.

ὦ Κήυξ, ἀλλ᾽ ἤν με θέληις συμφράδμονα θέσθαι,

. .]ν. . τελευτήσεις ὅρκια θυγατέρος·

30

ἀργύρωι οὐ μόλιβον γὰρ Ἀκόντιον, ἀλλὰ φαεινῶι

ἤλεκτρον χρυσῶι φημί σε μειξέμεναι.

Κοδρείδης σύ γ᾽ ἄνωθεν ὁ πενθερός, αὐτὰρ ὁ Κεῖος

γαμβρὸς Ἀρισταίου [Ζη]νὸς ἀφ᾽ ἱερέων

Ἰκμίου οἷσι μέμ[η]λεν ἐπ᾽ οὔρεος ἀμβώνεσσιν

35

πρηΰνειν χαλ[ε]πὴν Μαῖραν ἀνερχομένην,

αἰτεῖσθαι τὸ δ᾽ ἄημα παραὶ Διὸς ὧι τε θαμεινοί

πλήσσονται λινέαις ὄρτυγες ἐν νεφέλαις.»

ἦ θεός· αὐτὰρ ὁ Νάξον ἔβη πάλιν, εἴρετο δ᾽ αὐτήν

κούρην, ἡ δ᾽ ἀν᾽ ἐτῶσ πᾶν ἐκάλυψεν ἔπος

40

κἦν αὖ σῶς· . .[.] λοιπόν, Ἀκόντιε, σεῖο μετελθεῖν

. . . . . .ηνιδιην ἐς Διονυσιάδα.

χἠ θεὸς εὐορκεῖτο καὶ ἥλικες αὐτίχ᾽ ἑταίρης

εἶπον ὑμηναίους οὐκ ἀναβαλλομένους.

οὔ σε δοκέω τημοῦτος, Ἀκόντιε, νυκτὸς ἐκείνης

45

ἀντί κε, τῆι μίτρης ἥψαο παρθενίης,

οὐ σφυρὸν Ἰφίκλειον ἐπιτρέχον ἀσταχύεσσιν

οὐδ᾽ ἃ Κελαινίτης ἐκτεάτιστο Μίδης

δέξασθαι, ψήφου δ᾽ ἂν ἐμῆς ἐπιμάρτυρες εἶεν

οἵτινες οὐ χαλεποῦ νήιδές εἰσι θεοῦ.

50

ἐκ δὲ γάμου κείνοιο μέγ᾽ οὔνομα μέλλε νέεσθαι·

δὴ γὰρ ἔθ᾽ ὑμέτερον φῦλον Ἀκοντιάδαι

πουλύ τι καὶ περίτιμον Ἰουλίδι ναιετάουσιν,

Κεῖε, τεὸν δ᾽ ἡμεῖς ἵμερον ἐκλύομεν

τόνδε παρ᾽ ἀρχαίου Ξενομήδεος, ὅς ποτε πᾶσαν

55

νῆσον ἐνὶ μνήμηι κάτθετο μυθολόγωι,

ἄρχμενος ὡς νύμφηισι[ν ἐ]ναίετο Κωρυκίηισιν,

τὰς ἀπὸ Παρνησσοῦ λῖς ἐδίωξε μέγας,

Ὑδροῦσσαν τῶι καί μιν ἐφήμισαν, ὥσ τε Κιρώ[δης

.]ο. . θυσ[.]το. . ὤικεεν ἐν Καρύαις·

60

ὥ]ς τέ μιν ἐννάσσαντο τέων Ἀλαλάξιος αἰεί

Ζεὺς ἐπὶ σαλπίγγων ἱρὰ βοῆι δέχεται

Κᾶρες ὁμοῦ Λελέγεσσι, μετ᾽ οὔνομα δ᾽ ἄλλο βαλέσθ[αι

Φοίβου καὶ Μελίης ἶνις ἔθηκε Κέως·

ἐν δ᾽ ὕβριν θάνατόν τε κεραύνιον, ἐν δὲ γόητας

65

Τελχῖνας μακάρων τ᾽ οὐκ ἀλέγοντα θεῶν

ἠλεὰ Δημώνακτα γέρων ἐνεθήκατο δέλτ[οις

καὶ γρηῢν Μακελώ, μητέρα Δεξιθέης,

ἃς μούνας, ὅτε νῆσον ἀνέτρεπον εἵνεκ᾽ ἀλ[ι]τ[ρῆς

ὕβριος, ἀσκηθεῖς ἔλλιπον ἀθάνατοι·

70

τέσσαρας ὥς τε πόληας ὁ μὲν τείχισσε Μεγακ[λ]ῆσ

Κάρθαιαν, Χρυσοῦς δ᾽ Εὔπ[υ]λος ἡμιθέης

εὔκρηνον πτολίεθρον Ἰουλίδος, αὐτὰρ Ἀκαῖ[ος

Ποιῆσσαν Χαρίτων ἵδρυμ᾽ ἐυπλοκάμων,

ἄστυρον Ἄφραστος δὲ Κορή[ς]ιον, εἶπε δέ, Κεῖε,

75

ξυγκραθέντ᾽ αὐταῖς ὀξὺν ἔρωτα σέθεν

πρέσβυς ἐτητυμίηι μεμελημένος, ἔνθεν ὁ πα[ι]δός

μῦθος ἐς ἡμετέρην ἔδραμε Καλλιόπην.