BIBLIOTHECA AUGUSTANA

 

Kallimachos

ca. 300 - post 245 a. Chr. n.

 

Fragmenta libri I

 

______________________________________________________________________________

 

 

 

Fragmentum 1 (R. Pfeiffer)

Prologus

In Telchinas

 

πολλάκ]ι μοι Τελχῖνες ἐπιτρύζουσιν ἀοιδῆι,

νήιδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι,

εἵνεκεν οὐχ ἓν ἄεισμα διηνεκὲς ἢ βασιλ[η

. . . . . .]ας ἐν πολλαῖς ἤνυσα χιλιάσιν

5

ἢ. . . . .].ους ἥρωας, ἔπος δ᾽ ἐπὶ τυτθὸν ἑλ[ίσσω

παῖς ἅτε, τῶν δ᾽ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.

. . . . . .].[.]και Τε[λ]χῖσιν ἐγὼ τόδε· «φῦλον α[

. . . . . . .] τήκ[ειν] ἧπαρ ἐπιστάμενον,

. . . . . .]. . ρεην [ὀλ]ιγόστιχος· ἀλλὰ καθέλκει

10

. . . .πολὺ τὴν μακρὴν ὄμπνια Θεσμοφόρο[ς·

τοῖν δὲ] δυοῖν Μίμνερμος ὅτι γλυκύς, αἱ κατὰ λεπτόν

. . . . . .] ἡ μεγάλη δ᾽ οὐκ ἐδίδαξε γυνή.

. . . . .]ον ἐπὶ Θρήϊκας ἀπ᾽ Αἰγύπτοιο [πέτοιτο

αἵματ]ι Πυγμαίων ἡδομένη [γ]έρα[νος,

15

Μασσαγέται καὶ μακρὸν ὀϊστεύοιεν ἐπ᾽ ἄνδρα

Μῆδον]· ἀ[ηδονίδες] δ᾽ ὧδε μελιχρ[ό]τεραι.

ἔλλετε Βασκανίης ὀλοὸν γένος· αὖθι δὲ τέχνηι

κρίνετε,]μὴ σχοίνωι Περσίδι τὴν σοφίην·

μηδ᾽ ἀπ᾽ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν

20

τίκτεσθαι· βροντᾶν οὐκ ἐμόν, ἀλλὰ Διός.»

καὶ γὰρ ὅτε πρώτιστον ἐμοῖς ἐπὶ δέλτον ἔθηκα

γούνασιν, Ἀ[πό]λλων εἶπεν ὅ μοι Λύκιος·

«. . . . . . .]. . .ἀοιδέ, τὸ μὲν θύος ὅττι πάχιστον

θρέψαι, τὴ]ν Μοῦσαν δ᾽ ὠγαθὲ λεπταλέην·

25

πρὸς δέ σε] καὶ τόδ᾽ ἄνωγα, τὰ μὴ πατέουσιν ἅμαξαι

τὰ στείβειν, ἑτέρων ἴχνια μὴ καθ᾽ ὁμά

δίφρον ἐλ]ᾶν μηδ᾽ οἷμον ἀνὰ πλατύν, ἀλλὰ κελεύθους

ἀτρίπτο]υς, εἰ καὶ στεινοτέρην ἐλάσεις.»

τῶι πιθόμη]ν· ἐνὶ τοῖς γὰρ ἀείδομεν οἳ λιγὺν ἦχον

30

τέττιγος, θ]όρυβον δ᾽ οὐκ ἐφίλησαν ὄνων.

θηρὶ μὲν οὐατόεντι πανείκελον ὀγκήσαιτο

ἄλλος, ἐγ]ὼ δ᾽ εἴην οὑλ[α]χύς, ὁ πτερόεις,

ἆ πάντως, ἵνα γῆρας ἵνα δρόσον ἣν μὲν ἀείδω

πρώκιον ἐκ δίης ἠέρος εἶδαρ ἔδων,

35

αὖθι τὸ δ᾽ ἐκδύοιμι, τό μοι βάρος ὅσσον ἔπεστι

τριγλώχιν ὀλοῶι νῆσος ἐπ᾽ Ἐγκελάδωι.

. . . . . . .Μοῦσαι γὰρ ὅσους ἴδον ὄθματι παῖδας

μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

. . . . . . . . . . . . .]σε[. .] πτερὸν οὐκέτι κινεῖν

40

. . . . . . . . . . . . .]η τ[ῆ]μος ἐνεργότατος.