BIBLIOTHECA AUGUSTANA

 

Herakleides Kritikos

floruit 270 a. Chr. n.

 

Περὶ τῶν ἐν τῆι Ἑλλάδι πόλεων

 

Fragmentum III

 

___________________________________________________

 

 

 

 

 

II.

 

1.

Τὴν μὲν οὖν Ἑλλάδα ἀπὸ Πελοποννήσου τὴν ἀρχὴν λαβὼν μέχρι τοῦ Μαγνήτων ἀφορίζω στομίου. τάχα δὲ φήσουσί τινες ἡμᾶς ἀγνοεῖν τὴν Θετταλίαν τῆς Ἑλλάδος καταριθμοῦντας, ἄπειροι τῆς τῶν πραγμάτων ὄντες ἀληθείας.

 

2.

Ἡ γὰρ Ἑλλὰς τὸ παλαιὸν οὖσά ποτε πόλις, ἀφ᾽ Ἕλληνος τοῦ Διὸς ἐκλήθη τε καὶ ἐκτίσθη, τῆς τῶν Θετταλῶν οὖσα χώρας, ἀνὰ μέσον Φαρσάλου τε κειμένη καὶ τῆς τῶν Μελιταιέων πόλεως. Ἕλληνες μὲν γάρ εἰσιν τῶι γένει καὶ ταῖς φωναῖς ἑλληνίζουσιν ἀφ᾽ Ἕλληνος. Ἀθηναῖοι δὲ οἱ τὴν Ἀττικὴν κατοικοῦντες Ἀττικοὶ μέν εἰσιν τῶι γένει, ταῖς δὲ διαλέκτοις ἀττικίζουσιν, ὥσπερ Δωριεῖς μὲν οἱ ἀπὸ Δώρου τῆι φωνῆι δωρίζουσι<ν>, αἰολίζουσι δὲ οἱ ἀπὸ Αἰόλου, ἰάζουσι δὲ οἱ ἀπὸ Ἴωνος τοῦ Ξούθου φύντες. ἡ οὖν Ἑλλλὰς ἐν Θετταλίαι ἦν, ὅτε ποτὲ ἦν, οὐκ ἐν τῆι Ἀττικῆι. ὁ γοῦν ποιητής φησι·

 

Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.

 

Μυρμιδόνας μὲν λέγων εἶναι τοὺς περὶ τὴν Θετταλίας Φθίαν κατοικοῦντας, Ἕλληνας δὲ τοὺς μικρῶι πρότερον ῥηθέντας, Ἀχαιοὺς δὲ τοὺς καὶ νῦν ἔτι κατοικοῦντας Μελίτ<ε>ιάν τε καὶ Λάρισσαν τὴν Κρεμαστὴν καλουμένην καὶ Θήβας τὰς Ἀχαΐδας, πρότερον Φυλάκην καλουμένην, ὅθεν ἦν καὶ Πρωτεσίλαος ὁ στρατεύσας εἰς Ἴλιον. ἔστιν οὖν ἡ Ἑλλὰς ὑφ᾽ Ἕλληνος οἰκισθεῖσα πόλις τε καὶ χώρα.

 

3.

Μαρτυρεῖ δὲ καὶ Εὐριπίδης·

 

Ἕλλην γὰρ, ὡς λέγουσι, γίγνεται Διός,

τοῦ δ᾽ Αἴολος παῖς· Αἰόλου δὲ Σίσυφος

Ἀθάμας τε Κρηθεύς θ᾽ ὅς τ᾽ ἐπ᾽ Ἀλφειοῦ ῥοαῖς

θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.

 

4.

Ἑλλὰς μὲν οὖν ἐστίν, ὥσπερ μικρῶι πρότερον εἰρήκαμεν, ἣν ὁ Διὸς Ἕλλην ἔκτισεν, ἀφ᾽ οὗ καὶ τὸ ἑλληνίζειν τὴν προσηγορίαν εἴληφεν, Ἕλληνες δ᾽ οἱ ἀφ᾽ Ἕλληνος. οὗτοι δὲ εἰσὶν Αἴολος καὶ Σίσυφος, ἔτι δὲ Ἀθάμας καὶ Σαλμωνεὺς καὶ οἱ τούτων φύντες ἔκγονοι.

 

5.

Ἡ δὲ καλουμένη νῦν Ἑλλὰς λέγεται μὲν, οὐ μέντοι ἐστί. τὸ γὰρ ἑλληνίζειν ἐγὼ εἶναί φημι οὐκ ἐν τῶι διαλέγεσθαι ὀρθῶς ἀλλ᾽ ἐν τῶι γένει τῆς φωνῆς. αὕτη <δ᾽> ἐστὶν ἀφ᾽ Ἕλληνος. ἡ δὲ Ἑλλὰς ἐν Θετταλίαι κεῖται. ἐκείνους οὖν ἐροῦμεν τὴν Ἑλλάδα κατοικεῖν καὶ ταῖς φωναῖς ἑλληνίζειν.

 

6.

Εἰ δὲ καὶ κατὰ τὸ ἴδιον τοῦ γένους τῆς Θετταλίας ἡ Ἑλλάς ἐστι, δίκαιον καὶ κατὰ τὸ κοινόν, ὡς νῦν ὀνομάζονται Ἕλληνες, τῆς Ἑλλάδος αὐτὴν εἶναι.

 

7.

Ὅτι δὲ πᾶσα ἣν κατηριθμήμεθα Ἑλλάς ἐστι, μαρτυρεῖ ἡμῖν ὁ τῶν κωμωιδιῶν ποιητὴς Ποσείδιππος μεμφόμενος Ἀθηναίοις, ὅτι τὴν αὑτῶν φωνὴν καὶ τὴν πόλιν φασὶ τῆς Ἑλλάδος εἶναι, λέγων οὕτως·

 

Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες.

σὺ μὲν ἀττικίζεις, ἡνίκ᾽ ἂν φωνὴν λέγηις

αὑτοῦ τιν᾽. οἱ δ᾽ Ἕλληνες ἑλληνίζομεν.

τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν

τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις;

 

8.

Πρὸς μὲν τοὺς οὐχ ὑπολαμβάνοντας εἶναι τὴν Θετταλίαν τῆς Ἑλλάδος οὐδὲ τοὺς Θετταλοὺς Ἕλληνος ἀπογόνους ὄντας ἑλληνίζειν ἐπὶ τοσοῦτον εἰρήσθω. τὴν δὲ Ἑλλάδα ἀφορίσαντες ἕως τῶν Θετταλῶν στομίου καὶ τοῦ Μαγνήτων Ὁμολίου, τὴν διήγησιν πεποιημένοι, καταπαύομεν τὸν λόγον.