BIBLIOTHECA AUGUSTANA

 

Herakleides Kritikos

floruit 270 a. Chr. n.

 

Περὶ τῶν ἐν τῆι Ἑλλάδι πόλεων

 

Fragmentum I

 

___________________________________________________

 

 

 

 

 

Ἡρακλείδου τοῦ Κρητικοῦ

Περὶ τῶν ἐν τῆι Ἑλλάδι πόλεων.

 

I.

 

[... Ἔστι τε ἐντεῦθεν ἀρχὴ τῆς Πελοποννήσου ...]

 

1.

ντεῦθεν [Πειραιεύς?, Ἐλευσίς?] εἰς τὸ Ἀθηναίων †ἔπεισ ἄστυ. ὁδὸς δὲ ἡδεῖα, γεωργουμένη πᾶσα, ἔχουσά τι τῆι ὄψει φιλάνθρωπον. ἡ δὲ πόλις ξηρὰ πᾶσα, οὐκ εὔυδρος, κακῶς ἐρρυμοτομημένη διὰ τὴν ἀρχαιότητα. αἱ μὲν πολλαὶ τῶν οἰκιῶν εὐτελεῖς, ὀλίγαι δὲ χρήσιμαι, ἀπιστηθείη δ᾽ ἂν ἐξαίφνης ὑπὸ τῶν ξένων θεωρουμένη, εἰ αὕτη ἐστὶν ἡ προσαγορευομένη τῶν Ἀθηναίων πόλις· μετ᾽ οὐ πολὺ δὲ πιστεύσειεν ἄν τις. ὧδε ἦν τῶν ἐν τῆι οἰκουμένηι κάλλιστον· θέατρον ἀξιόλογον, μέγα καὶ θαυμαστόν, Ἀθηνᾶς ἱερὸν πολυτελές, ἀπόβιον, ἄξιον θεᾶς, ὁ καλούμενος Παρθενών, ὑπερκείμενον τοῦ θεάτρου, μεγάλην κατάπληξιν ποιεῖ τοῖς θεωροῦσιν. Ὀλύμπιον ἡμιτελὲς μὲν κατάπληξιν δ᾽ ἔχον τὴν τῆς οἰκοδομίας ὑπογραφήν, γενόμενον δ᾽ ἂν βέλτιστον εἴπερ συνετελέσθη. γυμνάσια τρία, Ἀκαδημία, Λύκειον, Κυνόσαργες· πάντα κατάδενδρά τε καὶ τοῖς ἐδάφεσι ποώδη. ἑορταὶ παντοδαπαί· φιλοσόφων παντοδαπῶν ψυχῆς ἀπάται καὶ ἀναπαύσεις· σχολαὶ πολλαὶ, θέαι συνεχεῖς.

 

2.

Τὰ γινόμενα ἐκ τῆς γῆς πάντα ἀτίμητα καὶ πρῶτα τῆι γεύσει, μικρῶι δὲ σπανιώτερα. ἀλλ᾽ ἡ τῶν ξένων ἑκάστοις συνοικ<ει>ουμένη ταῖς ἐπιθυμίαις εὐάρμοστος διατριβὴ περισπῶσα τὴν διάνοιαν ἐπὶ τὸ ἀρέσκον λήθην τῆς †βουλιμίας ἐργάζεται. ἔστι δὲ ταῖς μὲν θέαις ἡ πόλις καὶ σχολαῖς τοῖς δημοτικοῖς ἀνεπαίσθητος λιμοῦ, λήθην ἐμποιούσα τῆς τῶν σίτων προσφορᾶς, ἐφόδια δὲ ἔχουσιν οὐδεμία τοιαύτη πρὸς ἡδονήν. καὶ ἕτερα δὲ ἡ πόλις ἡδέα ἔχει καὶ πολλά· καὶ γὰρ αἱ σύνεγγυς αὐτῆς πόλεις προάστεια τῶν Ἀθηναίων εἰσίν.

 

3.

Ἀγαθοὶ δὲ οἱ κατοικοῦντες αὐτὴν παντὶ τεχνίτηι περιποιῆσαι δόξαν μεγάλην, ἐπὶ τοῖς εντυγχανομένοις ἐκβάλλοντες τὰς εὐημερίας· θαυμαστὸν πλινθίνων ζώιων ἀνθρώπων διδασκάλιον.

 

4.

Τῶν δ᾽ ἐνοικούντων οἱ μὲν αὐτῶν Ἀττικοὶ οἱ δ᾽ Ἀθηναῖοι. οἱ μὲν Ἀττικοὶ περίεργοι ταῖς λαλιαῖς, ὕπουλοι, συκοφαντώδεις παρατηρηταὶ τῶν ξενικῶν βίων. οἱ δ᾽ Ἀθηναῖοι μεγαλόψυχοι, ἁπλοῖ τοῖς τρόποις, φιλίας γνήσιοι φύλακες. διατρέχουσι δέ τινες ἐν τῆι πόλει λογογράφοι, σείοντες τοὺς παρεπιδημοῦντας καὶ εὐπόρους τῶν ξένων, οὓς ὅταν ὁ δῆμος λάβηι σκληραῖς περιβάλλει ζημίαις. οἱ δὲ εἰλικρινεῖς Ἀθηναῖοι δριμεῖς τῶν τεχνῶν ἀκροαταί, †θεαταὶ συνεχεῖς.

 

5.

Τὸ καθόλου δ᾽ ὅσον αἱ λοιπαὶ πόλεις πρός τε ἡδονὴν καὶ βίου διόρθωσιν τῶν ἀγρῶν διαφέρουσιν, τοσοῦτο τῶν λοιπῶν πόλεων ἡ τῶν Ἀθηναίων παραλλάττει. φυλακτέον δ᾽ ὡς ἔνι μάλιστα τὰς ἑταίρας, μὴ λάθηι τις ἡδέως ἀπολόμενος.ὁ στίχος Λυσίππου·

 

εἰ μὴ τεθέασαι τὰς Ἀθήνας, στέλεχος εἶ·

εἰ δὲ τεθέασαι μὴ τεθήρευσαι δ᾽, ὄνος·

εἰ δ᾽ εὐαρεστῶν ἀποτρέχεις, κανθήλιος.

αὕτη πόλις ἔσθ᾽ Ἑλληνὶς ἡ ῥόδοις ἴσην

εὐωδίαν ἔχουσα χἄμ᾽ ἀηδίαν.

Τὰ γὰρ Ἁλίεια μεγάλην εἰς σχολὴν ἄγει.

τὸ δ᾽ Ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ.

ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πραέως

Ἁλιακὸν εἶναι στέφανον εἴπηι, πνίγομαι

οὕτως ἐπ᾽ αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν

ἀποκαρτερεῖν ἢ ταῦτ᾽ ἀκούων καρτερεῖν.

τοιοῦτο τῶν ξένων τι †καταχεῖται σκότος.

 

6.

Ἐντεῦθεν εἰς Ὠρωπὸν δι᾽ Ἀφιδνῶν καὶ τοῦ Ἀμφιαράου Διὸς ἱεροῦ ὁδὸν ἐλευθέρωι βαδίζοντι σχεδὸν ἡμέρας, προσάντα. ἀλλ᾽ ἡ τῶν καταλύσεων πολυπλήθεια τὰ πρὸς τὸν βίον ἔχουσα ἄφθονα καὶ ἀναπαύσεις κωλύει κόπον ἐγγίνεσθαι τοῖς ὁδοιποροῦσιν.

 

7.

Ἡ δὲ πόλις τῶν Ὠρωπίων οἰκεία Θηβῶν ἐστί· μεταβολῶν ἐργασία, τελωνῶν ἀνυπέρβλητος πλεονεξία ἐκ πολλῶν χρόνων ἀνεπιθέτωι τῆι πονηρίαι συντεθραμμένη· τελωνοῦσι γὰρ καὶ τὰ μέλλοντα πρὸς αὐτοὺς εἰσάγεσθαι. οἱ πολλοὶ αὐτῶν τραχεῖς ἐν ταῖς ὁμιλίαις, τοὺς συνετοὺς ἐπανελόμενοι· ἀρνούμενοι τοὺς Βοιωτοὺς Ἀθηναῖοί εἰσι Βοιωτοί. οἱ στίχοι Ξένωνος·

 

πάντες τελῶναι, πάντες εἰσὶν ἅρπαγες·

κακὸν τέλος γένοιτο τοῖς Ὠρωπίοις.

 

8.

Ἐντεῦθεν εἰς Τάναγραν στάδια ρλʹ. ὁδὸς δι᾽ ἐλαιοφύτου καὶ συνδένδρου χώρας, παντὸς καθαρεύουσα τοῦ ἀπὸ τῶν κλωπῶν φόβου. ἡ δὲ πόλις τραχεῖα μὲν καὶ μετέωρος, λευκὴ δὲ τῆι ἐπιφανείαι καὶ ἀργιλλώδης, τοῖς δὲ τῶν οἰκιῶν προθύροις καὶ ἐγκαύμασιν ἀναθεματικοῖς κάλλιστα κατεσκευασμένη. καρποῖς δὲ τοῖς ἐκ τῆς χώρας σιτικοῖς οὐ λίαν ἄφθονος, οἴνωι δὲ τῶι γινομένωι κατὰ τὴν Βοιωτίαν πρωτεύουσα.

 

9.

Οἱ δ᾽ ἐνοικοῦντες ταῖς μὲν οὐσίαις λαμπροὶ τοῖς δὲ βίοις λιτοί· πάντες γεωργοί, οὐκ ἐργάται. δικαιοσύνην, πίστιν, ξενίαν ἀγαθοὶ διαφυλάξαι. τοῖς δεομένοις τῶν πολιτῶν καὶ τοῖς στιχοπλανήταις τῶν ἀποδημητικῶν ἀφ᾽ ὧν ἔχουσιν ἀπαρχόμενοί τε καὶ ἐλευθέρως μεταδιδόντες· ἀλλότριοι πάσης ἀδίκου πλεονεξίας. καὶ ἐνδιατρῖψαι δὲ ξένοις ἀσφαλεστάτη ἡ πόλις τῶν κατὰ τὴν Βοιωτίαν. ὕπεστι γὰρ αὐθέκαστός τε καὶ παραυστηρὸς μισοπονηρία διὰ τὴν τῶν κατοικούντων αὐτάρκειάν τε καὶ φιλεργίαν.

 

10.

Προσπάθειαν γὰρ πρός τι γένος ἀκρασίας ἥκιστα ἐν ταύτηι τῆι πόλει κατενόησα, δι᾽ ἣν ὡς ἐπὶ τὸ πολὺ τὰ μέγιστα γίνεται ἐν τοῖς ἀνθρώποις ἀδικήματα. οὗ γὰρ βίος ἐστὶν ἱκανὸς, προσπάθεια πρὸς κέρδος οὐ φύεται· χαλεπὸν ἄρα τούτοις ἐγγίνεσθαι πονηρίαν.

 

11.

Ἐντεῦθεν εἰς Πλαταιὰς στάδια ςʹ. ὁδὸς ἡσυχῆ μὲν ἔρημος καὶ λιθώδης, ἀνατείνουσα δὲ πρὸς τὸν Κιθαιρῶνα, οὐ λίαν δὲ ἐπισφαλής. ἡ δὲ πόλις κατὰ τὸν κωμωιδιῶν ποιητὴν Ποσείδιππον·

 

ναοὶ δύ᾽ εἰσὶ καὶ στοὰ καὶ τοὔνομα,

καὶ τὸ βαλανεῖον καὶ τὸ Σηράμβου κλέος.

τὸ πολὺ μὲν ἀκτή, τοῖς δ᾽ Ἐλευθερίοις πόλις.

 

οἱ δὲ πολῖται οὐδὲν ἕτερον ἔχουσι λέγειν ἢ ὅτι Ἀθηναίων εἰσὶν ἄποικοι καὶ ὅτι τῶν Ἑλλήνων καὶ Περσῶν παρ᾽ αὐτοῖς ἡ μάχη ἐγένετο. εἰσὶ δὲ Ἀθηναῖοι Βοιωτοί.

 

12.

Ἐντεῦθεν εἰς Θήβας στάδια πʹ. ὁδὸς λεία πᾶσα καὶ ἐπίπεδος. ἡ δὲ πόλις ἐν μέσηι μὲν τῆς τῶν Βοιωτῶν κεῖται χώρας, τὴν περίμετρον ἔχουσα σταδίων οʹ. πᾶσα δ᾽ ὁμαλή, στρογγύλη μὲν τῶι σχήματι, τῆι χρόαι δὲ μελάγγειος, ἀρχαία μὲν οὖσα, καινῶς δ᾽ ἐρρυμοτομημένη διὰ τὸ τρὶς ἤδη, ὥς φασιν αἱ ἱστορίαι κατεσκάφθαι διὰ τὸ βάρος καὶ τὴν ὑπερηφανίαν τῶν κατοικούντων.

 

13.

Καὶ ἱπποτρόφος δὲ ἀγαθή, κάθυδρος πᾶσα, χλωρά τε καὶ γεώλοφος, κηπεύματα ἔχουσα πλεῖστα τῶν ἐν τῆι Ἑλλάδι πόλεων. καὶ γὰρ ποταμοὶ ῥέουσι δι᾽ αὐτῆς δύο, τὸ ὑποκείμενον τῆι πόλει πεδίον πᾶν ἀρδεύοντες. φέρεται δὲ καὶ ἀπὸ τῆς Καδμίας ὕδωρ ἀφανὲς διὰ σωλήνων ἀγόμενον, ὑπὸ Κάδμου τὸ παλαιὸν ὡς λέγουσιν κατεσκευασμένον.

 

14.

Ἡ μὲν οὖν πόλις τοιαύτη. οἱ δ᾽ ἐνοικοῦντες μεγαλόψυχοι καὶ θαυμαστοὶ ταῖς κατὰ τὸν βίον εὐελπιστίαις· θρασεῖς δὲ καὶ ὑβρισταὶ καὶ ὑπερήφανοι· πλῆκταί τε καὶ ἀδιάφοροι πρὸς πάντα ξένον καὶ δημότην καὶ κατανωτισταὶ παντὸς δικαίου.

 

15.

Πρὸς τὰ ἀμφισβητούμενα τῶν συναλλαγμάτων οὐ λόγωι συνιστάμενοι, τὴν δ᾽ ἐκ τοῦ θράσους καὶ τῶν χειρῶν προσάγοντες βίαν, τὰ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γινόμενα πρὸς αὑτοὺς τοῖς ἀθληταῖς βίαια εἰς τὴν δικαιολογίαν μεταφέροντες.

 

16.

Διὸ καὶ αἱ δίκαι παρ᾽ αὐτοῖς δι᾽ ἐτῶν τοὐλάχιστον εἰσάγονται τριάκοντα. ὁ γὰρ μνησθεὶς ἐν τῶι πλήθει περί τινος τοιούτου καὶ μὴ εὐθέως ἀπάρας ἐκ τῆς Βοιωτίας, ἀλλὰ τὸν ἐλάχιστον μείνας ἐν τῆι πόλει χρόνον, μετ᾽ οὐ πολὺ παρατηρηθεὶς νυκτὸς ὑπὸ τῶν οὐ βουλομένων τὰς δίκας συντελεῖσθαι, θανάτωι βιαίωι ζημιοῦται. φόνοι δὲ παρ᾽ αὐτοῖς διὰ τὰς τυχούσας γίγνονται αἰτίας.

 

17.

Τοὺς μὲν οὖν ἄνδρας συμβαίνει τοιούτους εἶναι. διατρέχουσι δέ τινες ἐν αὐτοῖς ἀξιόλογοι, μεγαλόψυχοι, πάσης ἄξιοι φιλίας. αἱ δὲ γυναῖκες αὐτῶν τοῖς μεγέθεσι, πορείαις, ῥυθμοῖς εὐσχημονέσταταί τε καὶ εὐπρεπέσταται τῶν ἐν τῆι Ἑλλάδι γυναικῶν. μαρτυρεῖ Σοφοκλῆς·

 

Θήβας λέγεις μοί, τὰς πύλας ἑπταστόμους,

οὗ δὴ μόνον τίκτουσιν αἱ θνηταὶ θεούς.

 

18.

Τὸ τῶν ἱματίων ἐπὶ τῆς κεφαλῆς κάλυμμα τοιοῦτόν ἐστιν, <ὥστε> ὥσπερ προσωπιδίωι δοκεῖν πᾶν τὸ πρόσωπον κατειλῆφθαι. οἱ γὰρ ὀφθαλμοὶ διαφαίνονται μόνον, τὰ δὲ λοιπὰ μέρη τοῦ προσώπου πάντα κατέχεται τοῖς ἱματίοις· φοροῦσι δ᾽ αὐτὰ πᾶσαι λευκά.

 

19.

Τὸ δὲ τρίχωμα ξανθόν, ἀναδεδεμένον μέχρι τῆς κορυφῆς· ὃ δὴ καλεῖται ὑπὸ τῶν ἐγχωρίων λαμπάδιον. ὑπόδημα λιτόν, οὐ βαθύ, φοινικοῦν δὲ τῆι χροιᾶι καὶ ταπεινὸν, ὑσκλωτὸν δ᾽ ὥστε γυμνοὺς σχεδὸν ἐκφαίνεσθαι τοὺς πόδας.

 

20.

Εἰσὶ δὲ καὶ ταῖς ὁμιλίαις οὐ λίαν Βοιώτιαι, μᾶλλον δὲ Σικυώνιαι. καὶ ἡ φωνὴ δ᾽ αὐτῶν ἐστὶν ἐπίχαρις, τῶν δ᾽ ἀνδρῶν ἀτερπὴς καὶ βαρεῖα.

 

21.

Ἐνθερίσαι μὲν ἡ πόλις οἵα βελτίστη. τό τε γὰρ ὕδωρ πολὺ ἔχει καὶ ψυχρὸν καὶ κήπους. ἔτι δ᾽ εὐήνεμός ἐστι καὶ χλωρὰν ἔχουσα τὴν πρόσοψιν, ἐχόπωρός τε καὶ τοῖς θερινοῖς ὠνίοις ἄφθονος. ἄξυλος δὲ καὶ ἐγχειμάσαι οἵα [τε] χειρίστη διά τε τοὺς ποταμοὺς καὶ τὰ πνεύματα. καὶ γὰρ νίφεται καὶ πηλὸν ἔχει πολύν.

 

22.

Οἱ στίχοι Λάωνος (γράφει δ᾽ ἐπαινῶν αὐτοὺς καὶ οὐ λέγων τὴν ἀλήθειαν· μοιχὸς γὰρ ἁλοὺς ἀφείθη μικροῦ διαφόρου τὸν ἀδικηθέντα ἐξαγοράσας)·

 

Βοιωτὸν ἄνδρα στέργε, τὴν Βοιωτίαν

μὴ φεῦγε· ὁ μὲν γὰρ χρηστὸς, ἡ δ᾽ ἐφίμερος.

 

23.

Ἐντεῦθεν εἰς Ἀνθηδόνα στάδια ρξʹ. ὁδὸς πλαγία, ἁμαξήλατος, δι᾽ ἀγρῶν πορεία. ἡ δὲ πόλις οὐ μεγάλη τῶι μεγέθει, ἐπ᾽ αὐτῆς τῆς Εὐβοϊκῆς κειμένη θαλάττης, τὴν μὲν ἀγορὰν ἔχουσα κατάδενδρον πᾶσαν, στοαῖς ἀνειλημμένην διτταῖς· αὕτη δὲ εὔοινος, εὔοψος, σίτωι σπανίζουσα διὰ τὸ τὴν χώραν εἶναι λυπράν.

 

24.

Οἱ δ᾽ ἐνοικοῦντες σχεδὸν πάντες ἁλιεῖς, ἀπ᾽ ἀγκίστρων καὶ ἰχθύων, ἔτι δὲ καὶ πορφύρας καὶ σπόγγων τὸν βίον ἔχοντες, ἐν αἰγιαλοῖς τε καὶ φύκει καὶ καλύβαις καταγεγηρακότες· πυρροὶ ταῖς ὄψεσι, πάντες τε λεπτοί· τὰ δ᾽ ἄκρα τῶν ὀνύχων καταβεβρωμένοι ταῖς κατὰ θάλατταν ἐργασίαις· προσπεπονθότες πορθμεῖς οἱ πλεῖστοι καὶ ναυπηγοί, τὴν δὲ χώραν οὐχ οἷον ἐργαζόμενοι ἀλλ᾽ οὐδὲ ἔχοντες, αὑτοὺς φάσκοντες ἀπογόνους εἶναι Γλαύκου τοῦ θαλασσίου, ὃς ἁλιεὺς ἦν ὁμολογουμένως.

 

25.

Ἡ μὲν οὖν Βοιωτία τοιαύτη. αἱ γὰρ Θεσπιαὶ φιλοτιμίαν μὲν ἔχουσιν μόνον ἀνδρῶν καὶ ἀνδριάντας οὐ πεποιημένους, ἄλλο οὐδέν. Ἱστοροῦσι δ᾽ οἱ Βοιωτοὶ τὰ κατ᾽ αὐτοὺς ὑπάρχοντα ἴδια ἀκληρήματα λέγοντες ταῦτα· τὴν μὲν αἰσχροκέρδειαν κατοικεῖν ἐν Ὠρωπῶι, τὸν δὲ φθόνον ἐν Τανάγραι, τὴν φιλονεικίαν ἐν Θεσπιαῖς, τὴν ὕβριν ἐν Θήβαις, τὴν πλεονεξίαν ἐν Ἀνθηδόνι, τὴν περιεργίαν ἐν Κορωνίαι, ἐν Πλαταιαῖς τὴν ἀλαζονίαν, τὸν πυρετὸν ἐν Ὀγχηστῶι, τὴν ἀναισθησίαν ἐν Ἁλιάρτωι. τὰ δ᾽ ἐκ πάσης τῆς Ἑλλάδος ἀκληρήματα εἰς τὰς τῆς Βοιωτίας πόλεις κατερρύη. ὁ στίχος Φερεκράτους·

 

ἤνπερ φρονῆις εὖ, φεῦγε τὴν Βοιωτίαν.

 

ἡ μὲν οὖν τῶν Βοιωτῶν χώρα τοιαύτη.

 

26.

Ἐξ Ἀνθηδόνος εἰς Χαλκίδα στάδια οʹ. μέχρι τοῦ Σαλγανέως ὁδὸς παρὰ τὸν αἰγιαλὸν λεία τε πᾶσα καὶ μαλακή, τῆι μὲν καθήκουσα ἐς θάλατταν, τῆι δὲ ὄρος οὐχ ὑψηλὸν μὲν ἔχουσα, ἄλσιον δὲ καὶ ὕδασι πηγαίοις κατάρρυτον.

 

27.

Ἡ δὲ τῶν Χαλκιδέων πόλις ἐστὶ μὲν σταδίων οʹ, μείζων τῆς ἐξ Ἀνθηδόνος εἰς αὐτὴν φερούσης ὁδοῦ. γεώλοφος δὲ πᾶσα καὶ σύσκιος, ὕδατα ἔχουσα τὰ μὲν πολλὰ ἁλυκὰ, ἓν δ᾽ ἡσυχῆι μὲν ὑπόπλατυ τῆι δὲ χρείαι ὑγιεινὸν καὶ ψυχρὸν, τὰ ἀπὸ τῆς κρήνης τῆς καλουμένης Ἀρεθούσης ῥέον, ἱκανὸν ὡς δυναμένης παρέχειν τὸ ἀπὸ τῆς πηγῆς νᾶμα πᾶσι τοῖς τὴν πόλιν κατοικοῦσιν.

 

28.

Καὶ τοῖς κοινοῖς δὲ ἡ πόλις διαφόρως κατεσκεύασται, γυμνασίοις, στοαῖς, ἱεροῖς, θεάτροις, γραφαῖς, ἀνδριάσι, τῆι ἀγορᾶι κειμένηι πρὸς τὰς τῶν ἐργασιῶν χρείας ἀνυπερβλήτως.

 

29.

Ὁ γὰρ ἀπὸ τοῦ τῆς Βοιωτίας Σαλγανέως καὶ τῆς τῶν Εὐβοῶν θαλάττης ῥοῦς, εἰς τὸ αὐτὸ συμβάλλων κατὰ τὸν Εὔριπον, φέρεται παρ᾽ αὐτὰ τὰ τοῦ λιμένος τείχη, καθ᾽ ὃ συμβαίνει τὴν κατὰ τὸ ἐμπόριον εἶναι πύλην, ταύτης δ᾽ ἔχεσθαι τὴν ἀγοράν, πλατεῖάν τε οὖσαν καὶ στοαῖς τρισὶ συνειλημμένην. σύνεγγυς οὖν κειμένου τῆς ἀγορᾶς τοῦ λιμένος καὶ ταχείας τῆς ἐκ τῶν πλοίων γινομένης τῶν φορτίων ἐκκομιδῆς πολὺς ὁ καταπλέων ἐστὶν εἰς τὸ ἐμπόριον. καὶ γὰρ ὁ Εὔριπος δισσὸν ἔχων τὸν εἴσπλουν ἐφέλκεται τὸν ἔμπορον εἰς τὴν πόλιν.

 

30.

Ἡ δὲ χώρα πᾶσα αὐτῶν ἐλαιόφυτος. ἀγαθὴ δὲ καὶ ἡ θάλαττα. οἱ δ᾽ ἐνοικοῦντες Ἕλληνες οὐ τῶι γένει μόνον ἀλλὰ καὶ τῆι φωνῆι. τῶν μαθημάτων ἐντός, φιλαπόδημοι, γραμματικοί· τὰ προσπίπτοντα ἐκ τῆς πατρίδος δυσχερῆ γενναίως φέροντες. δουλεύοντες γὰρ πολὺν ἤδη χρόνον, τοῖς δὲ τρόποις ὄντες ἐλεύθεροι μεγάλην εἰλήφασιν ἕξιν τοῦ φέρειν ῥαιθύμως τὰ προσπίπτοντα. ὁ στίχος Φιλίσκου·

 

χρηστῶν σφόδρ᾽ ἐστ᾽ ἡ Χαλκὶς Ἑλλήνων πόλις.