Euphorion
ca. 270 - ca. 210 a. Chr. n.
Suda
Fons:Suda online
|
|
____________________________________________________________________
|
|
Suda, epsilon 3801
Εὐφορίων, Πολυμνήστου, Χαλκιδεύς, ἀπὸ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχεβούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρώμενος λέγεται γενέσθαι. ἐγεννήθη δὲ ἐν τῆι ρκʹ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἡττήθη ὑπὸ Ῥωμαίων· καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολύσαρκος, κακοσκελής. τῆς Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικίας στερξάσης αὐτόν, εὔπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίαι βασιλεύοντα καὶ προέστη ὑπ' αὐτοῦ τῆς ἐκεῖσε δημοσίας βιβλιοθήκης· καὶ τελευτήσας ἐκεῖσε τέθαπται ἐν Ἀπαμείαι, ὡς δέ τινες ἐν Ἀντιοχείαι. βιβλία δὲ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος· Μοψοπία ἢ Ἄτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοψοπία δέ, ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοψοπία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοψοπίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν· Χιλιάδες· ἔχει δὲ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας· εἰσὶ δὲ βιβλία εʹ, ἐπιγράφεται δὲ ἡ πέμπτη χιλιάς. περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται. |