Euphorion
ca. 270 - ca. 210 a. Chr. n.
Fragmenta
Fragmentum LI (Powell)
|
|
___________________________________________________
| |
αιπ[ξανθὸς δ[καί οἱ δειμαίνοντ[ιταρφέες ἀφλοισμῶι δι[ | |
5 | οἱ δ᾽ ὄπισθεν λασίηι ὑπὸ γαστέρι πεπ[τηῶτεςοὐραῖοι λιχμῶντο περὶ πλεύρησι ὁράι[κοντες,ἐν καί οἱ βλεφάροις κυάνωι ἠστράπτετον [ὅσσε.ἧ που θερμάστραις ἤπου Μελιγουνίδι τοῖαιμαρμαρυγαί, αἴρηισιν ὅτε ῥήσσοιτο σίδηρος, |
10 | ἠέρ᾽ ἀναθρώισκουσι, βοᾶι δ᾽ εὐήλατος ἄκμων,ἢ Αἴτνην ψολόεσσαν, ἐναύλιον Ἀστερόποιο.ἵκετο μὴν Τίρυνθα παλιγκότωι Εὐρυσθῆιζωὸς ὑπὲξ Ἀίδαο δυώδεκα λοῖσθος ἀέθλων·καί μιν ἐνὶ τριόδοισι πολυκρίθοιο Μιδείης |
15 | ταρβαλέαι σὺν παισὶν ἐθηήσαντο γυναῖκες. |