BIBLIOTHECA AUGUSTANA

 

Archimedes

287 - 212 a. Chr. n.

 

Ἡ τοῦ Ἀρχιμήδους τελευτή

 

Textus:

Plutarchi vitae parallelae, Marcellus

ed. C. Sintenis, Lipsiae 1867

 

____________________________________________________________________

 

 

 

Opus tessellatum «Noli turbare circulos meos» ca. 50 p. Chr. n.

 

[XIX] ... Ἔτυχε μὲν γὰρ αὐτός τι καθ' ἑαυτὸν ἀνασκοπῶν ἐπὶ διαγράμματος· καὶ τῆι θεωρίαι δεδωκὼς ἅμα τήν τε διάνοιαν καὶτὴν πρόσοψιν οὀ προήισθετο τὴν καταδρομὴν τῶν Ῥωμαίων οὐδὲ τὴν ἅλωσιν τῆς πολέως, ἄφνω δὲ ἐπιστάντος αὐτῶι στρατιώτου καὶ κελεύοντος ἀκολουθεῖν πρὸς Μάρκελλον οὐκ ἐβούλετο πρὶν ἢ τελέσαι τὸ πρόβλημα καὶ καταστῆσαι πρὸς τὴν ἀπόδειξιν. Ὁ δὲ ὀργισθεὶς καὶ σπασάμενος τὸ ξίφος ἀνεῖλεν αὐτόν. Ἕτεροι μὲν οὖν λέγουσιν ἐπιστῆναι μὲν εὐθὺς ὡς ἀποκτενοῦντα ξιφήρη τὸν Ῥωμαῖον, ἐκεῖνον δ' ἰδόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἀναμεῖναι βραχὺν χρόνον, ὡς μὴ καταλίπηι τὸ ζητούμενον ἀτελὲς καὶ ἀθεώρητον, τὸν δὲ οὐ φροντίσαντα διαχρήσασθαι. Καὶ τρίτος ἐστὶ λόγος, ὡς κομίζοντι πρὸς Μάρκελλον αὐτῶι τῶν μαθηματικῶν ὀργάνων σκιόθηρα καὶ σφαίρας καὶ γωνίας, αἷς ἐναρμόττει τὸ τοῦ ἡλίου μέγεθος πρὸς τὴν ὄψιν, στρατιῶται περιτυχόντες καὶ χρυσίον ἐν τῶι τεύχει δόξαντες φέρειν ἀπέκτειαν. ... 

 

[XVII] ... Πολλῶν δὲ καὶ καλῶν εὑρέτης γεγόνως λέγεται τῶν φίλων δεηθῆναι καὶ τῶν συγγενῶν, ὅπως αὐτοῦ μετὰ τὴν τελευτὴν ἐπιστήσωσι τῶι τάφωι τὸν περιλαμβάνοντα τὴν σφαῖραν ἐντὸς κύλινδον, ἐπιγράψαντες τὸν λόγον τῆς ὑπεροχῆς τοῦ περιέχοντος στερεοῦ πρὸς τὸ περιεχόμενον.