Aratos
ca. 310 - ca. 250 a. Chr. n.
Βίος Ἀράτου
Σοῦδα
|
|
___________________________________________________
|
|
Σολεὺς
τῆς
Κιλικίας
(ἔστι
γὰρ καὶ
ἐν
Κύπρωι
πόλις
Σόλοι)
υἱὸς
Ἀθηνοδώρου.
ἀδελφοὶ
δὲ αὐτοῦ
Μύρις, Καλώνδας,
Ἀθηνόδωρος.
ἀκουστὴς
δὲ
ἐγένετο
γραμματικοῦ
μὲν τοῦ
Ἐφεσίου
Μενεκράτους,
φιλοσόφου
δὲ
Τίμωνος
καὶ Μενεδήμου,
γεγονὼς
ἐν τῆι
ρκδ'
Ὀλυμπιάδι,
ὅτε ἦν
Ἀντίγονος
βασιλεὺς
Μακεδονίας,
υἱὸς
Δημητρίου
τοῦ
Πολιορκητοῦ,
ὁ Γονατᾶς
κληθείς.
καὶ
συνώικει
τε αὐτῶι
καὶ παρ'
αὐτῶι ἐτελεύτησε,
σύγχρονος
Ἀνταγόραι
τῶι
Ῥοδίωι
καὶ Ἀλεξάνδρωι
τῶι
Αἰτωλῶι.
ἐποποιός·
συνέταξε
δὲ
βιβλία
ταῦτα·
τὰ
Φαινόμενα,
ὧν θαυμάσιος
ἡ εἰσβολὴ
καὶ ὁ
ζῆλος
ὁμηρικός·
ὕμνους
εἰς
Πᾶνα,
Σπονδοφόρους,
Παίγνια,
Ἀστρολογίαν
καὶ Ἀστροθεσίαν,
Σύνθεσιν
φαρμάκων,
Θηριακῶν
ἐπιτήδεια,
Ἀνθρωπογονίαν,
Ἐπιθυτικόν,
εἰς
Θεόπροπον,
εἰς
Ἀντίγονον,
Ἠθοποιίας,
ἐπιστολάς,
ἐπιγράμματα,
εἰς
Φίλαν
τὴν θυγατέρα
Ἀντιπάτρου,
γυναῖκα
δὲ
Ἀντιγόνου,
Ἀνατομήν,
εἰς Παυσανίαν
τὸν Μακεδόνα,
Ἐπικήδειον
Κλεομβρότου,
Διόρθωσιν
Ὀδυσσείας,
ἐπιστολὰς
ὁμοίως
καταλογάδην. |