BIBLIOTHECA AUGUSTANA

 

Aratos

ca. 310 - ca. 250 a. Chr. n.

 

Βίος α'

 

Γένος  Ἀράτου καὶ βίος

 

Vaticanus gr. 191,

203v - 204r

 

___________________________________________________

 

 

 

ρατος ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοφίλας. ἀδελφοὺς δὲ ἔσχε τρεῖς, Μύριν καὶ Καλιόνδαν καὶ Ἀθηνόδωρον ὁμώνυμον τῶι πατρί. μέμνηται δὲ αὑτοῦ τῶν ἀδελφῶν ἐν ταῖς εἰς αὐτὸν ἀναφερομέναις ἐπιστολαῖς. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς ἐν τῶι ἐνδεκάτωι περὶ γραμματικῶν Ταρσέα φησὶν αὐτὸν γεγονέναι, ἀλλ' οὐ Σολέα, Καλλιμάχου πολυΐστορος ἀνδρὸς καὶ ἀξιοπίστου Σολέα λέγοντος αὐτὸν γεγονέναι δια τούτων (Epigr. 27

ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο,

καὶ τῶν ἄλλων σχεδὸν πάντων.

Οἱ δὲ Σόλοι πόλις ἐπιφανεστάτη τῆς Κιλικίας, ἀφ' ἧς πολλοὶ κἀγαθοὶ γεγόνασιν ἄνδρες· καλεῖται δὲ νῦν Πομπηϊούπολις. εἰσὶ δὲ καὶ ἕτεροι Σόλοι τῆς Κύπρου· ἀλλ' οἱ μὲν Κύπριοι Σόλιοι καλοῦνται, οἱ δὲ Κιλίκιοι Σολεῖς, ὡς καὶ διὰ τοῦ προκειμένου Καλλιμαχείου παραδείγματος δῆλον. οὐδὲν δὲ θαυμαστὸν εἰ ἀπὸ τοῦ αὐτοῦ ὀνόματος διάφορα τῶν πολιτῶν τὰ ὀνόματα, καὶ γὰρ Σάις πόλις ἐστὶν ἐν Θράικηι καὶ ἑτέρα ταύτηι ὁμώνυμος ἐν Αἰγύπτωι· ἀλλ' ἀπὸ μὲν τῆς ἐν Αἰγύπτωι οἱ πολῖται Σαῖται καλοῦνται, οἱ δὲ τῆς Θράικης Σάιοι, ὡς καὶ Ἀρχίλοχός φησιν (fr. 13 Lasserre

      ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι

            ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.

καὶ πάλιν Ἀθῆναι μὲν εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶ τῆς Εὐβοίας Ἀθῆναι αἱ Διάδες, ὧν μέμνηται ἐν Γλαύκωι Ποντίωι Αἰσχύλος (fr. 61 Mette

      κἄπειτ' Ἀθήνας Διάδας παρεκπερῶν.

ἀλλ' ἀπὸ τῶν ἐν τῆι Ἀττικῆιι οἱ πολῖται Ἀθηναῖοι, ἀπὸ δὲ τῶν ἐν Εὐβοίαι Ἀθηνῆται λέγονται, ὥσπερ Ἐρατοσθένης φησὶν ἐν τῶι πρώτωι Γεωγραφουμένων (p. 352 Berger). οὕτως οὖν καὶ ἀπὸ τῶν ἐν Κιλικίαι Σόλων οἱ πολῖται Σολεῖς, ἀπὸ δὲ τῶν ἐν Κύπρωι Σόλιοι. μέμνηται δὲ τούτων Σόλων ἐν ταῖς ἐλεγείαις ταῖς πρὸς Κυπράνορα τὸν βασιλέα, ὃν συμβουλευθεὶς ὑπὸ Σόλωνος κτίσαι τὴν πόλιν χάρις τοῦ ἀνδρὸς Σόλους ὠνόμασεν ἀμοιβὴν ταύτην νέμων τῆς συμβουλῆς αὐτῶι. λέγει δὲ ὁ Σόλων οὕτως (fr. 7 Diehl

      νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ' ἀνάσσων

            τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον

      αὐτὰρ ἐμέ ξὺν νηὶ θοῆι κλεινῆς ἀπὸ νήσου

            ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος.

γέγονε δὲ ὁ Ἄρατος κατὰ Ἀντίγονον τὸν τῆς Μακεδονίας βασιλέα, ὃς ἐπεκαλεῖτο Γονατᾶς. ἦν δὲ υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ γυναῖκα εἶχε Φίλαν τὴν Σελεύκου καὶ Στρατονίκης θυγατέρα. ἦν δὲ φιλόλογος γενόμενος, καὶ περὶ ποιητικὴν ἐσπουδακὼς περὶ πολλοῦ ἐποιήσατο πολλοὺς μὲν καὶ ἄλλους τῶν πεπαιδευμένων ἔχειν παρ' αὑτῶι καὶ δὴ καὶ τὸν Ἄρατον. ὃς παρὰ τῶι βασιλεῖ γενόμενος καὶ εὐδοκιμήσας ἔν τε τῆι ἄλληι πολυμαθείαι καὶ <τῆι> ποιητικῆι προετράπη ὑπ' αὐτοῦ τὰ Φαινόμενα γράψαι, τοῦ βασιλέως Εὐδόξου ἐπιγραφόμενον βιβλίον Κάτοπτρον δόντος αὐτῶι καὶ άξιώσαντος τὰ ἐν αὐτῶι καταλογάδην λεχθέντα περὶ τῶν φαινομένων μέτρωι ἐντεῖναι καὶ ἅμα εἰπόντος ὡς "εὐδοξότερον ποιεῖς τὸν Εὔδοξον ἐντείνας τὰ παρ' αὐτῶι κείμενα μέτρωι."

γέγονε δὲ Αντίγονος κατὰ τὴν ρκε' Ολυμπιάδα, καθ' ὃν χρόνον ἤκμασεν ὁ Ἄρατος καὶ Ἀλεξάνδρος ὁ Αἰτωλός. μέμνηται δὲ τοῦ Κατόπτρου Εὐδόξου καὶ Ἀντιγόνου <καὶ> Ἀλεξάνδρου τοῦ Αἰτωλοῦ καὶ ὡς ἠξιώθη ὑπὸ τοῦ βασιλέως γράψαι ἐν ταῖς ἰδίαις ἐπιστολαῖς  Ἄρατος.

λέγεται δὲ ἐσχολακέναι Διονυσίωι τῶι Ἡρακλειώτη. καὶ τὴν Ὀδύσσειαν δὲ διώρθωσε, καὶ καλεῖταί τις διόρθωσις οὕτως Ἀράτειος ὡς Ἀριστάρχειος καὶ Ἀριστοφάνειος. τινὲς δὲ αὐτὸν εἰς Συρίαν ἐληλυθέναι φασὶ καὶ γεγονέναι παρ' Ἀντιόχωι καὶ ἠξιῶσθαι ὑπ' αὐτοῦ ὥστε τὴν Ἰλιάδα διορθώσασθαι, διὰ τὸ ὑπὸ πολλῶν λελυμάνθαι.

οἱ δὲ λέγοντες Νίκανδρον τὸν Κολοφώνιον μετὰ Ἀράτου Ἀντιγόνωι συγκεχρονικέναι, καὶ Ἄρατον μὴ εἶναι ἐπιστήμονα τῶν οὐρανίων μήτε Νίκανδρον τῶν ἰατρικῶν (λέγουσι γὰρ ὡς ἄρα ὁ Ἀντίγονος Ἀράτωι μὲν ὄντι ἰατρῶι ἐπέταξε τὰ Φαινόμενα γράψαι, Νικάνδρωι δὲ ἀστρολόγωι ὑπάρχοντι τὰ θηριακὰ καὶ τὰ Ἀλεξιφάρμακα, ὅθεν καὶ ἑκάτερον αὐτῶν ἐσφάλθαι κατολισθαίνοντα ἐπὶ τὰ ἴδια τῆς τέχνης) ψεύδονται, ἀγνοοῦσι γὰρ ὡς οὐ συνήκμασε τῶι Ἀράτωι Νίκανδρος, ἀλλ' ἔστιν αὐτοῦ πολὺ νεώτερος. Ἀντίγονος γάρ, ὧι συνεγένετο Ἄρατος, κατὰ τὸν πρῶτον καὶ δεύτερον γέγονε Πτολεμαῖον, Νίκανδρος δὲ κατὰ τὸν πέμπτον. μέμνηται γοῦν αὐτοῦ καὶ Καλλίμαχος ὡς πρεσβυτέρου οὐ μόνον ἐν τοῖς ἐπιγράμμασιν, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Πραξιφάνην (fr. 460 Pf.), πάνυ ἐπαινῶν αὐτὸν ὡς πολυμαθῆ καὶ ἄριστον ποιητήν.

γέγονε δὲ δ Ἄρατος ζηλωτὴς Ἡσιόδου, ὡς καὶ Καλλίμαχος παρεσημήνατο τοῦτο διὰ τοῦ εἰς αὐτὸν ἐπιγράμματος οὕτως (Epigr. 27

      Ἡσιόδου τόδ' ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν

            ἔσχατον, ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον

      τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε λεπταὶ

            ῥήσιες Ἀρήτου +σύγγονος+ ἀγρυπνίης.

ἐγραψε δὲ καὶ ἄλλα [ποιήματα] περί τε Ὁμήρου καὶ Ἰλιάδος, [οὐ μόνον τὰ Φαινόμενα,] καὶ Ὀστολογίαν καὶ Ἰατρικὰς δυνάμεις καὶ εἰς Πᾶνα ὕμνον καὶ εἰς Μύριν τὸν ἀδελφὸν ἐπικήδειον καὶ Διοσημείας καὶ Σκυθικὸν καὶ κατὰ λεπτὸν ἄλλα, ἐπιτετευγμένως δὲ αὐτῶι ἐγράφη τὰ Φαινόμενα, ὡς παρευδοκιμηθῆναι πάντας ὑπ' Ἀράτου. καὶ γὰρ Εὔδοξος ὁ Κνίδιος ἔγραψε Φαινόμενα καὶ Λᾶσος ὁ Μάγνης, οὐχὶ ὁ Ἑρμιονεὺς ἀλλ' ὁμώνυμος ἄλλος [Λάσωι τῶι Ἑρμιονεῖ], καὶ Ἕρμιππος καὶ Ἡγησιάναξ καὶ Ἀριστοφάνης ὁ Βυζάντιος καὶ ἄλλοι πολλοί, ὧν καὶ Πτολεμαῖος μέμνηται ὁ βασιλεὺς Ἰδιοφυέσιν οὕτως·

      πάνθ' Ἡγησιάναξ τε καὶ Ἕρμιππος <τὰ> κατ' αἴθρην

            τείρεα καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα

      βίβλοις ἐγκατέθεντο +απὸ σκοποῦ δ' ἀφάμαρτον+·

            ἀλλ' ὅ γε λεπτολόγος σκῆπτρον Ἄρατος ἔχει.

καὶ ἄλλοι δὲ πολλοὶ γεγόνασιν Ἄρατοι ἄνδες ἐλλόγιμοι, ἱστοριο­γράφοι, ὥσπερ ὁ Κνίδιος, οὗ φέρονται Αἰγυπτιακὰ ἱστορικὰ συγγράμματα, καὶ τρίτος ἐπισημότατος Σικυώνιος, οὗ ἐστιν ἡ Πολύβιβλος ἱστορία ὑπὲρ τὰ λ' βιβλία ἔχουσα.

τὰς δὲ Ἀράτου ἐπιστολάς, ὧν ἀνωτέρω ἐμνήσθημεν, πάντων σχεδὸν συμφωνούντων τὰς εἰς αὐτὸν ἀναφερομένας αὐτοῦ εἶναι καὶ ὁμολογούντων γνησίας αὐτάς, μόνος Ἀπολλωνίδης ὁ Κηφεὺς ἐν τῶι ὀγδόωι περὶ κατεψευσμένης ἱστορίας οὐκ εἶναι αὐτὰς Ἀράτου φησίν, ἀλλὰ Σαβιρίου Πόλλωνος· τοῦ δὲ αὐτοῦ τούτου φησὶν εἶναι <τὰς> ἐπιγεγραμμένας Εὐριπίδου ἐπιστολάς.