|
|
- ἡ Σ ο ῦ δ α
π ε ρ ὶ Π α ρ θ ε ν ί ο υ
- __________________________________________________
-
Παρθένιος· Ἡρακλείδου
καὶ Εὐδώρας,
Ἕρμιππος δὲ
Τήθας φησί,
Νικαεὺς ἢ Μυρλεανός,
ἐλεγειοποιὸς
καὶ μέτρων
διαφόρων
ποιητής. οὕτος
ἐλήφθη ὑπὸ
Κίννα λάφυρον,
ὅτε Μιθριδάτην
Ῥωμαῖοι κατεπολέμησαν·
εἶτα ἠφείθη
διὰ τὴν
παίδευσιν, καὶ
ἐβίω μέχρι Τιβερίου
τοῦ Καίσαρος.
ἔγραψε δὲ ἐλεγείας,
Ἀφροδίτην,
Ἀρήτης ἐπικήδειον
τῆς γαμετῆς,
Ἀρήτης
ἐγκώμιον ἐν
γ´ βιβλίοις,
καὶ ἄλλα
πολλά.
|
|